λέγειν αὐτὸ Ἀττικὸν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν κατα- βιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ “μέσην ἐς ἄγυιαν” (Il. 20, 254) ἀνέγνω, “ἐῦκτιμένας” δὲ “κατʼ ἀγυιάς” (391). μήποτʼ οὖν ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ, κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω
ὁμοτόνως.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.