ταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεὶ, μὴ ἐπιφερομένου συνδέσμου “ἐπεί σʼ εἴασεν Ἀχιλλεύς ” (Il. 24, 684) “ἐπεί σε πρῶτα κιχάνω ” (Od. 13, 228) “ἐπεί σε φυγὼν ἱκέτευσα” (Od. 15, 277) “ἐπεί σε λέοντα ” (Il. 21, 483). οὕτως δὲ καὶ “ ἐπεί σε μάλιστα πόνος
φρένας.” καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως. ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικὸν, εἴ γε ἡ ἐμέ αἰτιατικὴ, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλι- 1 τική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν” (Il. 3, 59) “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς “ ἐπεί σε μάλιστα.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.