πότερον ἐκ τοῦ κρίμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. καὶ αὐτὸ γὰρ τὸ κρίμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο, οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευ-
κὸν οὖσαν, ἀντὶ τοῦ ὥσπερ τὴν λευκὸν θεὸν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά. κρίμνον δὲ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀποδέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρίμνον καὶ οὐκ ἐκ τῆς κριθῆς ἐστὶ γεγονός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.