ἐπὶ τοῖς ἵπποις. ἀλλὰ ῥητέον ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τὸν ἀδελφὸν, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν.
τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ ὁ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς. καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.