3, 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, συγκατατιθέμενος Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαπίας ἀναγινώσκει ψεύδεσσιν ὡς 1 τείχεσσιν, ἐπεὶ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἀπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ, φιλοψευδής (Il. 12, 164), ἀψευδής (Il. 18. 46)· ἢ οἶδεν ἑτέρως λεγόμενον τὸ “ψεῦσταί τʼ ὀρχησταί τε” (Il. 24, 261). συνεχῶς δὲ τὸ ψεῦδος “ὦ γέρον, οὔτι ψεῦδος” (Il. 9, 115) “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20) “ἴσκε ψεύδεα πολλά” (Od. 19, 203).
ταῦτα ὁ Ἡρωδιανός· καὶ μᾶλλον πειστέον Ἀριστάρχῳ ἢ τῷ Ἑρ- μαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.