προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντος, οἷον Παν- θοίδης Βοηθοίδης Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ- λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ
κατὰ διάλυσιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικὸν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραίδης ἐγένετο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.