καὶ ὁμόχρονά ἐστιν, οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστὶ τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχὴν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· “φάνεν δέ
1 οἱ εὐρέες ὦμοι” (Od. 18, 68), φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ “τῆς δʼ ἦν τρεῖς κεφαλαί” (Hesiod. Th. 321) ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύ- τερος ἀόριστος ἐπὶ τῶν εἰς μῑ μακροκατάληκτός ἐστιν, ἔγνων ἑάλων
ἐξέτρων ἔτλην ἔστην ἔδην ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.