ἐπὶ Μενελάου· χριστὰ, “ἰοὺς χρίεσθαι·” πότιμα, ὡς ἐπὶ Ἑλένης. τρεῖς βελουλκίας οἶδεν· ἐξολκὴν, ὡς ἐπὶ Μενελάου· ἐκτομὴν, ὡς ἐπὶ Εὐρυπόλου· διωσμὸν, ὡς ἐπὶ Διομήδους. τὸ δὲ παύσῃσιν ἀντὶ τοῦ παύσειεν ἂν, ὡς τὸ “ἰχθὺς ὅς κε φάγῃσιν” (Il. 21, 127), ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντὶ τοῦ ὃς φάγοι ἄν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.