1 πρότερον ὑπάρχον ἄδιψον γενέσθαι διὰ τῶν Δαναοῦ θυγατέρων ἐποίησεν· ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπὶ τὸν τῶν Δαναοῦ θυγατέρων γάμον, αἱ Δα- ναῒδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν αὐτούς· ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύ-
νασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσε καὶ ἐτήρησεν· καὶ γὰρ ἐκεῖνος αὐτῆς τὴν παρθενίαν ἔσωσεν. ὅθεν γυναῖκα λαβὼν αὐτὴν ὕστερον συνετήρησεν. πολυδίψιον οὖν ἤτοι πολυδιάφθορον διὰ πολέμους. ἢ πολυπόθητον, μεταφορικῶς ἀπὸ τῶν διψώντων καὶ ἐπιθυ- μούντων πότου· ἐξ οὗ ἄνυδρον. ἢ βλαβερόν, ἀπὸ τοῦ ἴψιον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.