272), καθὸ ἠμαύρωσε τὴν φορὰν τοῦ δόρατος, ὅμως μέντοι διεκόπη, καθάπερ νῦν ἐπὶ τῆς μίτρας λέγει. τὸ δὲ ἔρυτο ψιλοῦται καὶ προπα- ροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι γάρ τι ῥῆμα ἐρύω· τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυό- μην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο
ἔρυτο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.