νομένου τοῦ προτέρου συνδέσμου, περισπωμένου δὲ τοῦ δευτέρου. οἱ δὲ ὑποστίζοντες ἐπὶ τὸ ὄρσομεν πάλιν ὑπὸ τῆς πευστικῆς ὑποκρίσεως πλανῶνται, ἐπεὶ καὶ τοῖς δισταγμοῖς αὕτη συμβέβηκε πολλάκις. ἡμεῖς δὲ στίζομεν ἐπὶ τὸ ὄρσομεν· ὁ γὰρ λόγος, φραζώμεθʼ ὡς ἔσται ταῦτα, πότερον πάλιν πόλεμον ποιήσομεν ἢ φιλίαν ἐμβαλοῦμεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.