σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3 454)· τῶν δὲ ἐπικού- ρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ Il. 5, 192), καὶ ὅτι φύσει ἐπίορκος· τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. τινὲς δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυνα-
μένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει 1 τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως ὡς καὶ ἐπι- φωνῆσαι τὸν ποιητὴν “Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδω- κεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.