ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύοντες φασὶ προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τʼ αἴ κε θέλῃσιν,” οὐ πείθειν.
νονται οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδᾳ, Σουίδας Σουίδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττοσυλλά- βως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι
Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων, τὸ ὑπερκύδαντας Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω. γέγονε κυδάεις κυδάεντος κυδάεντας καὶ ὑπερ- κυδάεντας. λέγουσι δέ τινες ὅτι ἐν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρω- διανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἐστὶ κυδαίνω ὑπερκυδαίνω,
ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ ὀνοματικῷ λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλ- λον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ γὰρ ὀνοματικῷ μᾶλλον 1 πιστευτέον ἢ τοῖς ἐπιμερισμοῖς. τοῦτο γὰρ ώμολόγηται εἶναι Ἡρωδιανοῦ. ἀλλʼ εἰσὶ καὶ ψευδεπίγραφοι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.