ἀπόφασιν, οὐκέτι, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ ἔτι. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις, οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένηται, οὔ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τι, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ φανέντα.
δέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον “οὐκέτι φιλο- λογεῖ·” πρότερον γάρ τις ἐφιλολόγει· οὐκέτι περιπατεῖ. ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψόμεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι. ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον, οἱ δὲ κατὰ παρολκὴν τὸ ἔτι, οἷον τὸ ἐν
τῇ Ὀδυσσείᾳ (5, 153) “ἔνθ᾿ οὐκέτι ἥνδανε νύμφη.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.