νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή- σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης· καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102). σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ” (Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ-
μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180). γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.