χειμάρρους· Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονὸς, εἴ γε μᾶλλον ἐντελέστερον. οἶδε δὲ τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλειμμένον· “ὅσσους Ἑλλήσποντος ἀγάρροος” (Il. 2, 845) “στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ” (Il. 5, 598) “ἐς ποταμὸν εἰλεῦντο βαθύρροον” 21, 8) “ἀψορρόου Ὠκεανοῖο” (Il.
18, 399). σπανίως δὲ τὸ ἕτερον· ʼχειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν” (Il. 11, 493) “ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ” (Il. 5, 87). τὸ 1 μέντοι γε ἀπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· “ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος” (Il. 21, 241).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.