ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὑτοῦ ὡς πρεσβύτερος· παραγενό- μενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα· βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν. Ἄδραστος δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορὰς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν· ἦν γὰρ αὐτῷ
δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι Τυδεῖ μὲν Δηϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν προθύ- μως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν ἐν ταῖς Θήβαις οἱ Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα, ὃς κατα-
λαβὼν γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα, 1 ὑποστρέφων δὲ πεντήκοντα νεανίας ἐνεδρεύοντας αὐτὸν συλλαβεῖν ἀναιρεῖ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.