ἐπὶ τὸ ἑκών. λέγει δὲ ἑκὼν μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλʼ ἀπροαιρέτως τὴν πόλιν προίεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις.
τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.
δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ Τρύφων, φησὶ, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών, ἵνʼ ᾖ δῶκʼ 1 ἀέκων ἀέκοντί γε θυμῷ. ἢ ἑκὼν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας, ἐστι καίπερ μὴ βουλόμενος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.