κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν, φησὶν, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.