1 ἀΐδρεος, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώ- νυμον μακρῷ παραληγόμενον· ἀλλʼ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικὴν, ὅ τε. Φρύνιχος τὴν
εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεῖ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ῑ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν “εὐνήν τʼ αἰδομένη πόσιος” (Od. 16, 75), τῇ
δὲ δοτικῇ “χαριζομένη πόσει ᾧ” (Il. 5, 71).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.