προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον Ἀρετᾶον, σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον Ποσείδαον ὀβλιοδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγά- μεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικὴν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον,
Λυκόφρον δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν “ἰὼ Λακε- δαῖμον” Ἀριστοφάνης Ὁλκάσιν (fr. 354)· καὶ σύνθετον τὸ “ψευδό- μενοί σε Παλαῖμον.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.