κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε- λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ
ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.