λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· “κατὰ ταῦρον ἐδηδώς” (Il. 17, 542), “κατὰ βοῦς Ὑπερίονος ἤσθιον” (Od. 1, 8) “ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη” (Il. 2, 278). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς σὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μὲν
ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν 1 προθέσεων, οἷον κασήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀνα- γινώσκομεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.