συναπτέον τοῖς ἑξῆς. ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπὸς δέ ἐστι πεινῶν ὁ λέων, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτως καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.