εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως. κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσαν τήν τε πόλιν καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι
θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον ἐξέθηκαν ἐν τῇ ἴδῃ· ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.