δὲ μάρτυρος κατὰ τὸ ἐνικὸν λέγει· “Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76), οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθα- νωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεούς· “Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην,
δὸς δʼ ὀφθαλμοῖσιν” (Il. 17, 645). ἀναγκαῖον μέντοι ἐστὶ παρα- φυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικά ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὄτι ἄγετε.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.