ἶσα θεοῖσιν” (Od. 11, 299). φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη, ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζοος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι.
ὅθεν ὁ Ζεὺς ὀργισθεὶς κεραυνῷ βάλλει τὸν Ἴδαν, παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.