τοῦ σ γραφὴν, καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται· παῤ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως. εἰ γὰρ τὰ
συγγράμματα τῶν ὑπομνημάτων προτάττοιμεν, ἕνεκα γοῦν τἀκρι- βοῦς γράφομεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας. ἐν γοῦν τῷ πρὸς Φιλητᾶν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ᾿ αὑτὸ, καθάπερ νῦν “Ζεύς με μέγας Κρονίδης” καὶ “κεῖτο μέγας μεγαλωστὶ, λελασμένος ἱππο-
συνάων” (ΙΙ. 16, 776)· τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν “Ἄἴας δ᾿ ὁ μέγας,” κἀν ταῖς Λιταῖς ἐξηγούμενος “αὐτὰρ ἔπειτ᾿ Αἴας τε μέγας” (ΙΙ. 9, 169) ἔν τινι τῶν ἠκριβω- μένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· οὐ κατ᾿ ἐπίθετον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν
δὲ λέγῃ Ζκεύς με μέγας Κρονίδης, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν. καὶ τοὺς ἀπ᾿ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ, Διονυσόδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ περὶ Ἰλιάδος οὕτως προφέρεται, ὥστε ὅμοιον εἶναι τῷ
“ἐπεὶ μέγας ὠδύσατο Ζεύς” (ΙΙ. 18, 292). οὐδὲ ὁ ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γραφὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.