479), “μάχῃ ἐνὶ κυδιανείρῃ” (Il. 6, 124)· ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε “Ξάνθου ἄπο δινήεντος,” φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ *“ποταμοῦ ἀπὸ Σελλήεντος.” εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ
τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα, καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθʼ ὑποταγὴν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.