Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.
λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (ΙΙ. 1, 186). ἀλλ᾿ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. 1 ἄλλως τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατη- γοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλημα.
ἰσοδυναμοῦν τῷ ὡς ἐπιρρήματι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.