τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο,
ἀλλὰ πρότερον ἐστράτευσεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.