τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾗ τὸ ἐπι- φερόμενον, οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοι-
κοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί. διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.