ὃ νῦν εἴρηκεν αἰπὺ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ αἰπύ, οὐ μὴν συγκατατί- θεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγο- ρικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς ῡ μονογενῆ οὐδέτερα βαρύνεται,
1 πῦϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος δια- λαμβάνων περὶ τοῦ ἰῷ “οἳ μὲν πάντες ἰῷ κίον ἤματι,” φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.