ἐδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφυγεν· ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς), ἐπειρᾶτο συνελθεῖν· ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἀνέσχετο. οὕτως ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔρριψεν εἰς γῆν· ὅθεν Ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς
παῖς ἐκλήθη, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.