ὑπὸ τῷ Αἴαντι ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι 1 Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν ἐπὶ τῆς ἑτέρας πλευρᾶς οἰκοῦντες κατὰ τὸ Κρισαῖον πεδίον, κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν δυσώδη οἱ ἰχῶρες τοῦ Κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηιάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὐηνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι. ἢ ὅτι εἰσὶν αἰγονόμοι,
καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ ἐπιζεφύροιι καλούμενοι διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν.
Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστὶ Λοκρῶν οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου, ὧν ἡ διόρθωσις προείρηται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.