λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, “καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. 7, 80), “πολυχρύσοιο Μυκήνης” (Il. 7,180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· “ἐκ μὲν Κρητάων γένος εὔχομαι” (Od.14,199). ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιά τῆς καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει
δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, 1 καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιά ὀξυτόνως λέγεται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.