προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικὸν, προπερισπᾶται, ἀνδρεῖος Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος.
χραύω· “χραύσῃ μέν τ᾿ αὐλῆς ὑπεράλμενον” (ΙΙ. 5, 138). ἀφ᾿ οὗ ἔχραε τὸ βαρύνειν, καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἄχρης καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· “ἀλγήσας δ᾿ ἀχρεῖον ἰδών.” ἐκὶ δὲ τῆς Πηνελόπης “ἀχρεῖον δὲ γέλασσεν” (Od. 18, 163), ἐπίπλαστον καὶ ὑποκεκριμένον, μέχρι τοῦ τὰ χείλη
μόνον διανοίγειν. τοῦ δὲ ἄχρης κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλό- ξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.