στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο, ὁπότε δὲ δι᾿ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ ὁ Κόνων τὸ Πελοποννησίων στρατόπεδον, ὅπου γε καὶ αὐτὰ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὐδὲ γὰρ ἦν ὑφ᾿ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης.
καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ “πᾶν τὸ πολὺ τῇ φύσει πολέ- μιον· τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πόλεμον ἐπιφέρει, ἀφ᾿ οὗ φθορά.”
οὕτως κατορθοῦμεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.