μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αν διφθόγγῳ 1 κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ ψαῦος παρʼ Ἀλκμᾶνι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.