ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) καὶ τὸ γνῶναι “εἴσομαι αἴ κέ μʼ ὁ Τυυδείδηςʼ (Il. 8, 532). καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη· καὶ τὸ “νῦν δʼ εἴμι”
(Il. 1, 169) ψιλοῦται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.