χος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν ἱθμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα (Il. 2, 504) διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυ-
τόνως (Il. 2, 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ, ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνό- ιμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξά- μενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ
Ἁλικαρνησσός δισσὸν ἔχει τὸ σ, Λυκαβησσός Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ σ. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.