κατὰ συγκοπήν “οἱ δή τοι εἰς ἄστυ ἄλεν ” (Il. 22, 12), ἀπαρέμ- φατόν τε “ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” (Il. 16, 714). καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), καὶ οὐδέτερον “ᾗ χειμέριον ἀλὲν ὕδωρ” (Il. 23, 420). καὶ πληθυντικὸν ἀρσενικόν “ αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν
ἀλέντες” (Il. 21, 534), καὶ γενική “πόλις δʼ ἔμπλητο ἀλέντων” (Il. 21, 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συ- στολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως, ὁμοίως τῷ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. 9, 409)· “ὄφρα καὶ ἄλλος πτωχός ἀλεύεται ἠπεροπευτής” (Od. 15, 400)· καὶ τὸ “ἢ αὐτὸς φθίεται
πρώτῳ ἐν ὁμίλῳ” (Il. 20, 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ʼὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.