πόλεως· “λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις” (Il. 6, 433) καὶ ἀλλαχοῦ “οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν” (Il. 22, 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου “Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σή-
ματι λοῦ ” (Il. 10, 414). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, “οὐκ ἀίεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο” (ib. 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει “στήλῃ κεκλιμένος Ἴλου Δαρδανίδαο” (371)· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ δια-
στείλαντας τὰ ἑξῆς ῥητέον· καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ. παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεὸν, ἵενται δὲ τῆς πόλεως. ὡς εἰ οὕτως ἔλεγεν, οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον
πρὸς τὸν ἐρινεὸν, σπεύδοντες εἰς τὴν πόλιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.