αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν ἐν Κορίνθῳ τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη ἐκεῖ Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα
παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς παραγενομένῳ τῷ παιδὶ φάρμακον ἔδωκεν. μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκή- σασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἕφυραν πολυφάρμακον ἐποίησεν
αὐτὴν ἐπονομασθῆναι. ἡ ἱστορία παρὰ Κράτητι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.