ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστὥτα ἐκδεχόμενος οὕτως ἀνεγί- νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ 1 οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ
συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου “οὐτάσαι οὐδὲ βαλεῖν” (Il. 14, 424) καὶ ἐκ τοῦ “οὔτασται δʼ Ὀδυσεύς” (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος “οὅτʼ αὐτοσχεδίην οὐτασμένος” (Od. 11, 535), ἥτις κατʼ ἔλλειψιν τοῦ σ ἐγίνετο οὐταμένος, προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ
τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.