(Il. 13, 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρον.
ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται [εἰς τὸ πεδίον]· φησὶ γοῦν (47) “ἡνιόχῳ μὲν ἔπειτα ἑῷ.ʼ τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγο, τοιοῦτόν ἐστι. τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἀρμάτων· ἢ τῷ χρόνῳ
πολὺ προέλαβον οἱ πεζοὶ, ρἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον ὄπισθεν ἤσαν.
κῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.