παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπʼ ἀναφορᾶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ “τούσδε δʼ ἔα φθινύθειν” (Il. 2, 346), ὥστε οὐδὲν κεκώλυκε καὶ 1 ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν· βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται.
στεύῃσι ληψόμεθα ἀντὶ τοῦ ἄριστος ᾖ, οἷον ἄξιον τὸν ἐν εἰρήνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ· τὸ δὲ δεύτερον, ἐπεὶ τὸν ἐπαγ- γελλόμενον κατὰ μάχην ἄριστον εἶναι ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.