ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οἶκος. δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα ιβαρύνεσθαι, ὁπότεπρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρ- χει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις
κατʼ ὀξεῖαν τάσιν—οἷον οἶκος οἶτος οἶκτος οἶνος. οὕτως καὶ οἶμος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.