τισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.
κοίτης, καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν, Ἡμαθίωνα καὶ Μέμνονα· Ἡμαθίωνα μὲν ἀνεῖλεν Ἡρακλῆς μὴ ἐῶντα δρέψασθαι τὰ χρύσεα μῆλα, Μέμνονα δὲ Ἀχιλλεύς. αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παρὰ τῆς Ἡοῦς ἀθανασίαν· ὁ δὲ γέρων γενόμενος (διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο καὶ ἀγηρασίαν) ἀχθόμενος καὶ τῶν ἐν βίῳ μὴ δυνάμενος
μεταλαμβάνειν, παρεκάλει τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξῃ· ἡ δὲ (οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν) μετέβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.