ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μὴ ὅτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· “σφὼ δὲ 1 μάλʼ ἠθέλετον” (Il. 11, 782). ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παρα- φυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ “εἰ μή σφω Αἴαντε διέκρινον” (Il. 17, 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σφῶϊ. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.